Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 20.126 Dem. 20.130 (English) >>Dem. 20.132

20.128ἀκούετε τῶν ἀντιγράφων τῆς στήλης, ἄνδρες Ἀθηναῖοι, ἀτελεῖς αὐτοὺς εἶναι κελευόντων πλὴν ἱερῶν. λέγε δὴ τὴν ἀρχὴν τοῦ νόμου τοῦ Λεπτίνου.Νόμος

καλῶς· κατάθες. γράψαςὅπως ἂν οἱ πλουσιώτατοι λῃτουργῶσι,” “μηδένʼ εἶναιπροσέγραψενἀτελῆ πλὴν τῶν ἀφʼ Ἁρμοδίου καὶ Ἀριστογείτονος.” τίνος ἕνεκα, εἴ γε τὸ τῶν ἱερῶν τέλος ἐστὶ λῃτουργεῖν; αὐτὸς γὰρ οὑτωσὶ τἀναντία τῇ στήλῃ γεγραφώς, ἂν τοῦτο λέγῃ, φανήσεται. 20.129ἡδέως δʼ ἂν ἔγωγʼ ἐροίμην Λεπτίνην· τίνος αὐτοῖς τὴν ἀτέλειαν σὺ νῦν καταλείπειν φήσεις ἐκείνους τότε δοῦναι, τὰς λῃτουργίας ὅταν εἶναι φῇς ἱερῶν; τῶν μὲν γὰρ εἰς τὸν πόλεμον πασῶν εἰσφορῶν καὶ τριηραρχιῶν ἐκ τῶν παλαιῶν νόμων οὐκ εἴσʼ ἀτελεῖς· τῶν δὲ λῃτουργιῶν, εἴπερ εἴσʼ ἱερῶν, οὐδʼ ἔχουσιν. 20.130ἀλλὰ μὴν γέγραπταί γʼ ἀτελεῖς αὐτοὺς εἶναι. τίνος; τοῦ μετοικίου; τοῦτο γὰρ λοιπόν. οὐ δήπου, ἀλλὰ τῶν ἐγκυκλίων λῃτουργιῶν, ὡς τε στήλη δηλοῖ καὶ σὺ προσδιώρισας ἐν τῷ νόμῳ καὶ μαρτυρεῖ πᾶς πρὸ τοῦ χρόνος γεγονώς, ἐν τοσούτῳ τὸ πλῆθος ὄντι οὔτε φυλὴ πώποτʼ ἐνεγκεῖν ἐτόλμησεν οὐδεμίʼ οὐδένα τῶν ἀπʼ ἐκείνων χορηγόν, οὔτʼ ἐνεχθεὶς αὐτοῖς ἄλλος οὐδεὶς ἀντιδοῦναι. οἷς οὐκ ἀκουστέον ἂν ἐναντία τολμᾷ λέγειν.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 20.126 Dem. 20.130 (English) >>Dem. 20.132

Powered by PhiloLogic